30/6/15

ΨΑΛΜΟΣ ΚΒ' (22)



Κύριος ποιμαίνει με και ουδέν με υστερήσει. εις τόπον χλόης εκεί με κατεσκήνωσεν, επί ύδατος αναπαύσεως εξέθρεψε με, την ψυχήν μου επέστρεψεν. 

ωδήγησε με επί τρίβους δικαιοσύνης ένεκεν του ονόματος αυτού. 
εάν γαρ και πορευθώ εν μέσω σκιας θανάτου, ου φοβηθήσομαι κακά, ότι Συ μετ' εμού ει.
 η ράβδος σου και η βακτηρία σου, αυταί με παρεκάλεσαν. ητοίμασας ενώπιόν μου τράπεζαν εξεναντίας των θλιβόντων με. 
ελίπανας εν ελαίω την κεφαλήν μου, και το ποτήριόν σου μεθύσκον με ωσεί κράτιστον. 
και το  έλεός σου καταδιώξει με πάσας τας ημέρας της ζωής μου, και το κατοικείν με εν οίκω Κυρίου εις μακρότητα ημερών.