28/1/08

ΑΙΩΝΙΑ Η ΜΝΗΜΗ ΑΥΤΟΥ...


Διό σέ ἱκετεύομεν, Κύριε ὁ Θεός ἡμῶν, τόν δοῦλον σου Χριστόδουλον Ἀρχιερέα, ἀδελφόν καί συλλειτουργόν ἡμῶν γενόμενον, τόν ἐπ’ έλπίδι ζωής αἰωνίου κοιμηθέντα, ἐν κόλποις Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ ἀνάπαυσον. Καί ὥσπερ ἐπί τῆς γῆς ἐν τῇ Ἐκκλησία σου λειτουργόν αὐτόν κατέστησας, οὕτω καί ἐν τῷ οὐρανίῳ σου θυσιαστηρίῳ ἀνάδειξον, Κύριε.

Ἐπί ἀνθρώπων πνευματικῇ ἀξία κατακοσμήσας, ἐπί ἀγγέλων τῇ σῇ δόξῃ ἀκατάκριτον πρόσδεξαι. Αὐτός ἐπί τῆς γῆς τήν ζωήν αὐτοῦ ἐδόξασας, αὐτός δέ καί τήν ἔξοδον τοῦ βίου αὐτοῦ ἐν τῇ εἰσόδῳ τῶν ἁγίων σου ποίησον, καί τό πνεῦμα αὐτοῦ μετά πάντων τῶν ἀπ’ αἰώνως εὐαρεστησάντων συναρίθμησον. Ἀμήν.